Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.196 | Dem. 19.199 (English) | >>Dem. 19.202 |
19.198ἔξω δʼ αὑτῆς οὖσʼ ὑπὸ τοῦ κακοῦ καὶ τοῦ πράγματος ἡ γυνή , ἀναπηδήσασα προσπίπτει πρὸς τὰ γόνατα τῷ Ἰατροκλεῖ , καὶ τὴν τράπεζαν ἀνατρέπει . καὶ εἰ μὴ ʼκεῖνος ἀφείλετο , ἀπώλετʼ ἂν παροινουμένη · καὶ γὰρ ἡ παροινία τοῦ καθάρματος τουτουὶ δεινή . καὶ περὶ ταύτης τῆς ἀνθρώπου καὶ ἐν Ἀρκαδίᾳ λόγος ἦν ἐν τοῖς μυρίοις , καὶ Διόφαντος ἐν ὑμῖν ἀπήγγελλεν ἃ νῦν μαρτυρεῖν αὐτὸν ἀναγκάσω , καὶ κατὰ Θετταλίαν πολὺς λόγος καὶ πανταχοῦ .
καὶ τοιαῦτα συνειδὼς αὑτῷ πεπραγμένα ὁ ἀκάθαρτος οὗτος τολμήσει βλέπειν εἰς ὑμᾶς , καὶ τὸν βεβιωμένον αὑτῷ βίον αὐτίκα δὴ μάλʼ ἐρεῖ λαμπρᾷ τῇ φωνῇ · ἐφʼ οἷς ἔγωγʼ ἀποπνίγομαι . οὐκ ἴσασιν οὗτοι τὸ μὲν ἐξ ἀρχῆς τὰς βίβλους ἀναγιγνώσκοντά σε τῇ μητρὶ τελούσῃ , καὶ παῖδʼ ὄντʼ ἐν θιάσοις καὶ μεθύουσιν ἀνθρώποις καλινδούμενον ;
19.200μετὰ ταῦτα δὲ ταῖς ἀρχαῖς ὑπογραμματεύοντα καὶ δυοῖν ἢ τριῶν δραχμῶν πονηρὸν ὄντα ; τὰ τελευταῖα δʼ ἔναγχος ἐν χορηγίοις ἀλλοτρίοις ἐπὶ τῷ τριταγωνιστεῖν ἀγαπητῶς παρατρεφόμενον ; ποῖον οὖν ἐρεῖς βίον ; ὃν ποῦ βεβίωκας ; ἐπεὶ ὅ γε βεβιωμένος σοι τοιοῦτος φαίνεται . ἀλλὰ δὴ τὰ τῆς ἐξουσίας · οὗτος ἄλλον ἔκρινε παρʼ ὑμῖν ἐπὶ πορνείᾳ . ἀλλὰ μήπω ταῦτα , ἀλλὰ τὰς μαρτυρίας μοι λέγε πρῶτον ταυτασί .
19.199
Μαρτυρίαι
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.196 | Dem. 19.199 (English) | >>Dem. 19.202 |